Εμφάνιση αναρτήσεων με ετικέτα luciano. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα luciano. Εμφάνιση όλων των αναρτήσεων

02 Οκτωβρίου 2010

No quieras amar, es lo más fácil


Ἔρως
... εἰ δ' ἐθέλεις ἐπέραστος εἶναι, μὴ ἐπίσειε τὴν αἰγίδα μηδὲ τὸν κεραυνὸν φέρε, ἀλλ' ὡς ἥδιστον ποίει σεαυτὸν, ἁπαλὸν ὀφθῆναι, καθειμένος βοστρύχους, τῇ μίτρᾳ τούτους ἀνειλημμένος, πορφυρίδα ἔχε, ὑποδέου χρυσίδας, ὑπ' αὐλῷ καὶ τυμπάνοις εὔρυθμα βαῖνε, καὶ ὄψει ὅτι πλείους ἀκολουθήσουσί σοι τῶν Διονύσου Μαινάδων.
Ζεύς
Ἄπαγε· οὐκ ἂν δεξαίμην ἐπέραστος εἶναι τοιοῦτος γενόμενος.
Ἔρως
Οὐκοῦν, ὦ Ζεῦ, μηδὲ ἐρᾶν θέλε· ῥᾴδιον γὰρ τοῦτό γε.
Ζεύς
Οὔκ, ἀλλὰ ἐρᾶν μέν, ἀπραγμονέστερον δὲ αὐτῶν ἐπιτυγχάνειν· ἐπὶ τούτοις αὐτοῖς ἀφίημί σε.
(Texto de Luciano de Samósata, Diálogos de los dioses) 




Eros.- ...Si lo que quieres es ser amado, lo que tienes que hacer es no agitar la égida ni llevar el rayo; al revés: te has de hacer muy dulce... Tú déjate ver delicado, poniéndote los rizos estos sujetos con una cinta, ponte una túnica púrpura, sandalias doradas, anda con gracia al ritmo de la flauta y los tímpanos... ¡y entonces verás cómo te siguen más mujeres que las ménades de Dioniso!
Zeus.- ¡Venga ya! Como que voy a soportar convertirme en alguien semejante para que me quieran...
Eros.- Pues entonces, Zeus, ¡no quieras amar!; es lo más fácil.
Zeus.- ¡No!, ¡yo quiero amar y conseguirlo más tranquilamente!, ¡y sólo te soltaré con esa condición!





Si Zeus tenía estos problemas con Eros, ¿qué no vamos a tener los simples mortales? No parece bueno el consejo de convertirse en otra persona para conseguir al amado, me quedo con lo de μηδὲ ἐρᾶν θέλε· ῥᾴδιον γὰρ τοῦτό γε.

04 Μαΐου 2007


Ποσειδῶν
Εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ' ἐκείνης;
Ἑρμῆς
Καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ· τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα -οἶσθα ὡς ζηλότυπός ἐστι- πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ' αὐτήν· ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν,ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον· καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.
Ποσειδῶν
Νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;
Ἑρμῆς
Ἐς τὴν Νῦσαν ἀποκομίσας παρέδωκα ταῖς Νύμφαις ἀνατρέφειν Διόνυσον αὐτὸν ἐπονομασθέντα.
Ποσειδῶν
Οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν;
Ἑρμῆς
Ἔοικεν. ἄπειμι δ' οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων ἃ νομίζεται ὥσπερ λεχοῖ.